Κυριακή, 26 Φεβρουαρίου 2017

...Ἐγώ εἰμι...


Ο Παντεπόπτης Χριστός και Κύριος μας

       εἶπε δὲ αὐτοῖς ὁ Ἰησοῦς· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς με οὐ μὴ πεινάσῃ, καί ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε. (Ἰωάνν. κεφ. στ΄ στίχ. 35).

       ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τόν αἰῶνα, καί ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μου ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. (Ἰωάνν. κεφ. στ΄ στίχ. 51).



       ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ΄ ἕξει τὸ φῶς τῆς ζωῆς. (Ἰωάνν. κεφ. η΄ στίχ. 12).

       ἐγώ εἰμι 
ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ. (Ἰωάνν. κεφ. η΄ στίχ. 18).

       
ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι(Ἰωάνν. κεφ. η΄ στίχ. 58).

       ἐγώ εἰμι 
ἡ θύρα· δι΄ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει, (Ἰωάνν. κεφ. ι΄ στίχ. 9).

       ἐγώ εἰμι 
ὁ ποιμὴν ὁ καλός, ὁ ποιμὴν ὁ καλός τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, (Ἰωάνν. κεφ. ι΄ στίχ. 11).

       ἐγώ εἰμι 
ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχὴν μου τίθημι ὑπὲρ τῶν προβάτων. (Ἰωάνν. κεφ. ι΄ στίχ. 14).

       ἐγώ εἰμι 
ἡ ἀνάστασις καὶ ἡ ζωή. ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. πιστεύεις τοῦτο; (Ἰωάνν. κεφ. ια΄ στίχ. 25).

       ἐγώ εἰμι 
ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωὴ· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι΄ ἐμοῦ. εἰ ἐγνώκειτέ με, καὶ τόν πατέρα μου ἐγνώκειτε ἄν, καὶ ἀπ΄ ἄρτι γινώσκετε αὐτὸν καὶ ἐωράκατε αὐτόν... οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι; (Ἰωάνν. κεφ. ιδ΄ στίχ. 6).

       ἐγώ εἰμι 
ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατὴρ μου ὁ γεωργός ἐστι. (Ἰωάνν. κεφ. ιε΄ στίχ. 1).

       ἐγώ εἰμι 
ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. (Ἰωάνν. κεφ. ιε΄ στίχ. 5).

        Ἰησοῦς οὖν... εἶπεν αὐτοῖς· τίνα ζητεῖτε; ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐγώ εἰμι. ε
ἰστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ΄ αὐτῶν. (Ἰωάνν. κεφ. ιη΄ στίχ. 5).

        εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος· οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη Ἰησοῦς· σὺ λέγεις ὅτι βασιλεὺς εἰμι ἐγώ. (Ἰωάνν. κεφ. ιη΄ στίχ. 37).

       Ἐγώ εἰμι 
τὸ Α καὶ τὸ Ω, λέγει Κύριος ὁ Θεός, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ. (Ἀποκ. Ἰωάνν. κεφ. α΄ στίχ. 8).

       ἐγώ εἰμι 
ὁ πρῶτος καὶ ὁ ἔσχατος καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρός, καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾃδου. (Ἀποκ. Ἰωάνν. κεφ. α΄ στίχ. 17).

       ἐγὼ 
τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. (Ἀποκ. Ἰωάνν. κεφ. κα΄ στίχ. 6).

        
ἐγὼ τὸ Α καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἀρχὴ καὶ τέλος. (Ἀποκ. Ἰωάνν. κεφ. κβ΄ στίχ. 13).

       ἐγώ εἰμι 
ἡ ρίζᾳ καὶ τὸ γένος Δαυΐδ, ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνὸς. (Ἀποκ. Ἰωάνν. κεφ. κβ΄ στίχ. 16).
arnion.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Ο Γεώργιος Παπασημάκης για την Ορθοδοξία

Αναζήτηση αυτού του ιστολογίου